1.

[11.247] (§ 247 Cfr. PH III 264, M X 175) καὶ ὃν τρόπον ὁ ἐκ γενετῆς πηρός͵ μέχρις οὗ πηρός ἐστιν͵ οὐκ ἔχει ἔννοιαν χρωμάτων͵ καὶ ὁ ἐκ γενετῆς κωφός͵ μέχρις οὗ κωφός ἐστιν͵ οὐκ ἀντιλαμβάνεται φωνῶν͵ οὕτω καὶ ὁ ἄφρων͵ ἐφ΄ ὅσον ἄφρων ἐστίν͵ οὐκ ἀντιλαμβάνεται τῶν φρονίμως λεγομένων καὶ πραττομένων. οὐδ΄ ὁ φρόνιμος ἄρα δύναται τοῦ ἄφρονος ἐν τῇ περὶ τὸν βίον τέχνῃ καθηγεῖσθαι.