HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,248
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,248.rdf
1.
[11.248] καὶ μὴν εἰ ὁ φρόνιμος διδάσκει τὸν ἄφρονα͵ θεωρητικὴ ὀφείλει εἶναι ἡ φρόνησις
τῆς ἀφροσύνης ὥσπερ καὶ ἡ τέχνη τῆς ἀτεχνίας· οὐχὶ δέ γε ἡ φρόνησις δύναται εἶναι
θεωρητικὴ τῆς ἀφροσύνης· οὐκ ἄρα ὁ φρόνιμος τοῦ ἄφρονός ἐστι διδακτικός. ὁ γὰρ γενόμενος
φρόνιμος ἔκ τινος συνασκήσεως (Cfr.
M
VII 146) καὶ τριβῆς (φύσει γὰρ οὐδείς ἐστι
τοιοῦτος) ἤτοι ὑποκειμένης ἐν αὐτῷ τῆς ἀφροσύνης προσεκτήσατο τὴν φρόνησιν͵ ἢ κατὰ τὴν
ἐκείνης ἀποβολὴν καὶ τὴν ταύτης κτῆσιν γέγονε φρόνιμος.