1.

[11.248] καὶ μὴν εἰ ὁ φρόνιμος διδάσκει τὸν ἄφρονα͵ θεωρητικὴ ὀφείλει εἶναι ἡ φρόνησις τῆς ἀφροσύνης ὥσπερ καὶ ἡ τέχνη τῆς ἀτεχνίας· οὐχὶ δέ γε ἡ φρόνησις δύναται εἶναι θεωρητικὴ τῆς ἀφροσύνης· οὐκ ἄρα ὁ φρόνιμος τοῦ ἄφρονός ἐστι διδακτικός. ὁ γὰρ γενόμενος φρόνιμος ἔκ τινος συνασκήσεως (Cfr. M VII 146) καὶ τριβῆς (φύσει γὰρ οὐδείς ἐστι τοιοῦτος) ἤτοι ὑποκειμένης ἐν αὐτῷ τῆς ἀφροσύνης προσεκτήσατο τὴν φρόνησιν͵ ἢ κατὰ τὴν ἐκείνης ἀποβολὴν καὶ τὴν ταύτης κτῆσιν γέγονε φρόνιμος.