1.

[11.249] καὶ εἰ μὲν ὑποκειμένης ἐν αὐτῷ τῆς ἀφροσύνης προσεκτήσατο τὴν φρόνησιν͵ ἔσται ὁ αὐτὸς φρόνιμος ἅμα καὶ ἄφρων· ὅ ἐστιν ἀδύνατον. εἰ δ΄ ἀποβολῇ ἐκείνης ἐκτήσατο ταύτην͵ οὐ δυνήσεται διὰ τῆς ὑστερογενοῦς διαθέσεως τὴν προοῦσαν διάθεσιν͵ νῦν δὲ μὴ παροῦσαν γνωρίζειν.