1.

[11.251] ἢ συνθετικήν͵ ὡς ὅταν ἀπ΄ ἀνθρώπου καὶ ἵππου κατ΄ ἐπισύνθεσιν νοῶμεν τὸν ἀνύπαρκτον ἱπποκένταυρον͵ ἢ κατὰ ἀναλογίαν͵ ὡς ὅταν ἀπὸ τοῦ κοινοῦ ἀνθρώπου παραυξητικῶς μὲν λαμβάνηται ὁ Κύκλωψ͵ ὃς οὐκ ἐῴκει (
Hom.Od. IX 191
)
‘ἀνδρί γε σιτοφάγῳ͵ ἀλλὰ ῥίῳ ὑλήεντι͵’ (Cfr. M IX 45)
μειωτικῶς δὲ ὁ πυγμαῖος ἄνθρωπος.