HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,255
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,255.rdf
1.
[11.255] καθάπερ τὴν μὲν ἰατρικὴν διάθεσιν ἀπὸ τῶν ἰατρικῶς γινομένων ἔργων͵ τὴν δὲ
ζωγραφικὴν ἀπὸ τῶν ζωγραφικῶς γινομένων. οὔτε δὲ αὐτὴν ἐξ αὑτῆς δύναται τὴν διάθεσιν
λαβεῖν· ἀφανὴς γάρ ἐστι καὶ ἀθεώρητος͵ καὶ οὐχ οἷόν τέ ἐστιν αὐτὴν διὰ τῆς τοῦ σώματος
μορφῆς περιαθρῆσαι· οὔτε ἐκ τῶν ὑπὸ αὐτῆς ἀποδιδομένων ἔργων· πάντα γὰρ τὰ φαινόμενα ἔργα͵
καθάπερ καὶ
πρότερον ἐδείκνυμεν (Cfr. §§ 197-209)͵ κοινὰ φρονήσεως καὶ ἀφροσύνης ἐστίν.