1.

[11.255] καθάπερ τὴν μὲν ἰατρικὴν διάθεσιν ἀπὸ τῶν ἰατρικῶς γινομένων ἔργων͵ τὴν δὲ ζωγραφικὴν ἀπὸ τῶν ζωγραφικῶς γινομένων. οὔτε δὲ αὐτὴν ἐξ αὑτῆς δύναται τὴν διάθεσιν λαβεῖν· ἀφανὴς γάρ ἐστι καὶ ἀθεώρητος͵ καὶ οὐχ οἷόν τέ ἐστιν αὐτὴν διὰ τῆς τοῦ σώματος μορφῆς περιαθρῆσαι· οὔτε ἐκ τῶν ὑπὸ αὐτῆς ἀποδιδομένων ἔργων· πάντα γὰρ τὰ φαινόμενα ἔργα͵ καθάπερ καὶ πρότερον ἐδείκνυμεν (Cfr. §§ 197-209)͵ κοινὰ φρονήσεως καὶ ἀφροσύνης ἐστίν.