1.

Τάδε ἔνεστιν ἐν τῷ πρώτῳ τῶν Πυρρωνείων ὑποτυπώσεων˙

  • α´ περὶ τῆς ἀνωτάτω διαφορᾶς τῶν φιλοσοφιῶν
  • β´ περὶ τῶν λόγων τῆς σκέψεως
  • γ´ περὶ τῶν ὀνομασιῶν αὐτῆς
  • δ´ τί ἐστι σκέψις
  • ε´ περὶ τοῦ σκεπτικοῦ
  • ς´ περὶ τῶν ἀρχῶν αὐτῆς
  • ζ´ εἰ δογματίζει ὁ σκεπτικός
  • η´ εἰ αἵρεσιν ἔχει
  • θ´ εἰ φυσιολογεῖ
  • ι´ εἰ ἀναιρεῖ τὰ φαινόμενα
  • ια´ περὶ τοῦ κριτηρίου τῆς σκέψεως
  • ιβ´ περὶ τοῦ τέλους αὐτῆς
  • ιγ´ περὶ τῶν ὁλοσχερῶν τρόπων τῆς σκέψεως
  • ιδ´ περὶ τῶν δέκα τρόπων
  • ιε´ περὶ τῶν πέντε τρόπων
  • ις´ περὶ τῶν δύο τρόπων
  • ιζ´ τίνες τρόποι 〈τῆς〉 τῶν αἰτιολογικῶν ἀνατροπῆς
  • ιη´ περὶ τῶν σκεπτικῶν φωνῶν
  • ιθ´ περὶ τῆς ῾οὐ μᾶλλον᾽ 〈φωνῆς〉
  • κ´ περὶ ἀφασίας
  • κα´ περὶ τοῦ ῾τάχα᾽˙ καὶ τοῦ ῾ἔξεστι᾽˙ καὶ τοῦ ῾ἐνδέχεται᾽
  • κβ´ περὶ τοῦ ῾ἐπέχω᾽
  • κγ´ περὶ τοῦ ῾οὐδὲν ὁρίζω᾽
  • κδ´ περὶ τοῦ ῾πάντα ἐστὶν ἀόριστα᾽
  • κε´ περὶ τοῦ ῾πάντα ἐστὶν ἀκατάληπτα᾽
  • κς´ περὶ τοῦ ῾ἀκαταληπτῶ᾽ 〈καὶ ῾οὐ καταλαμβάνω〉᾽
  • κζ´ περὶ τοῦ ῾παντὶ 〈λόγῳ λόγον ἴσον ἀντικεῖσθαι〉᾽
  • κη´ παραπήγματα περὶ τῶν σκεπτικῶν φωνῶν
  • κθ´ εἰ ἡ σκεπτικὴ ὁδός ἐστιν ἐπὶ τὴν Ἡρακλείτειον φιλοσοφίαν
  • λ´ εἰ διαφέρει ἡ Δημοκρίτειος αἵρεσις τῆς σκέψεως
  • λα´ εἰ διαφέρει ἡ Κυρναϊκὴ τῆς σκέψεως
  • λβ´ εἰ διαφέρει ἡ Πρωταγόρειος τῆς σκέψεως
  • λγ´ εἰ διαφέρει τῶν Ἀκαδημιῶν ἡ σκέψις
  • λδ´ εἰ ἡ κατὰ τὴν ἰατρικὴν ἐμπειρία ἡ αὐτή ἐστι τῇ σκέψει

[1.1] α´ περὶ τῆς ἀνωτάτω διαφορᾶς τῶν φιλοσοφιῶν.

Τοῖς ζητοῦσί τι πρᾶγμα

  • ἢ εὕρεσιν ἐπακολουθεῖν εἰκὸς
  • ἢ ἄρνησιν εὑρέσεως καὶ ἀκαταληψίας ὁμολογίαν
  • ἢ ἐπιμονὴν ζητήσεως.