1.

[1.9] ῾δύναμιν᾽ μὲν οὖν αὐτὴν καλοῦμεν οὐ κατὰ τὸ περίεργον ἀλλ' ἁπλῶς κατὰ τὸ δύνασθαι˙ ῾φαινόμενα᾽ δὲ λαμβάνομεν νῦν τὰ αἰσθητά, διόπερ ἀντιδιαστέλλομεν αὐτοῖς τὰ νοητά. τὸ δὲ ῾καθ' οἱονδήποτε τρόπον᾽ δύναται προσαρμόζεσθαι καὶ τῇ δυνάμει, ἵνα ἁπλῶς τὸ τῆς δυνάμεως ὄνομα, ὡς εἰρήκαμεν, παραλαμβάνωμεν, καὶ τῷ ῾ἀντιθετικὴ φαινομένων τε καὶ νοουμένων᾽˙ ἐπεὶ γὰρ ποικίλως ἀντιτίθεμεν ταῦτα, ἢ φαινόμενα φαινομένοις ἢ νοούμενα νοουμένοις ἢ ἐναλλὰξ ἀντιτιθέντες, ἵνα πᾶσαι αἱ ἀντιθέσεις ἐμπεριέχωνται, λέγομεν ῾καθ' οἱονδήποτε τρόπον᾽. ἢ ῾ τῶ̣ φαινομένων τε καὶ νοουμένων᾽, ἵνα μὴ ζητῶμεν πῶς φαίνεται τὰ φαινόμενα ἢ πῶς νοεῖται τὰ νοούμενα, ἀλλ' ἁπλῶς ταῦτα λαμβάνωμεν.