1.

[1.10] ῾ἀντικειμένους᾽ δὲ λόγους παραλαμβάνομεν οὐχὶ πάντως ἀπόφασιν καὶ κατάφασιν, ἀλλ' ἁπλῶς ἀντὶ τοῦ μαχομένους. ῾ἰσοσθένειαν᾽ δὲ λέγομεν τὴν κατὰ πίστιν καὶ ἀπιστίαν ἰσότητα, ὡς μηδένα μηδενὸς προκεῖσθαι τῶν μαχομένων λόγων ὡς πιστότερον. ῾ἐποχὴ᾽ δέ ἐστι στάσις διανοίας δι' ἣν οὔτε αἴρομέν τι οὔτε τίθεμεν. ῾ἀταραξία᾽ δέ ἐστι ψυχῆς ἀοχλησία καὶ γαληνότης. πῶς δὲ τῇ ἐποχῇ συνεισέρχεται ἡ ἀταραξία, ἐν τοῖς περὶ τέλους (Cfr. §§ 25-30) ὑπομνήσομεν.