[59] Ἀρεταὶ δὲ λόγου εἰσὶ πέντε, Ἑλληνισμός, σαφήνεια, συντομία, πρέπον, κατασκευή. Ἑλληνισμὸς μὲν οὖν ἐστι φράσις ἀδιάπτωτος ἐν τῇ τεχνικῇ καὶ μὴ εἰκαίᾳ συνηθείᾳ˙ σαφήνεια δέ ἐστι λέξις γνωρίμως παριστᾶσα τὸ νοούμενον˙ συντομία δέ ἐστι λέξις αὐτὰ τὰ ἀναγκαῖα περιέχουσα πρὸς δήλωσιν τοῦ πράγματος˙ πρέπον δέ ἐστι λέξις οἰκεία τῷ πράγματι˙ κατασκευὴ δὲ λέξις ἐκπεφευγυῖα τὸν ἰδιωτισμόν. ὁ δὲ βαρβαρισμὸς ἐκ τῶν κακιῶν λέξις ἐστὶ παρὰ τὸ ἔθος τῶν εὐδοκιμούντων Ἑλλήνων, σολοικισμὸς δέ ἐστι λόγος ἀκαταλλήλως συντεταγμένος. [59] Ἀρεταὶ δὲ λόγου εἰσὶ πέντε, Ἑλληνισμός, σαφήνεια, συντομία, πρέπον, κατασκευή. Ἑλληνισμὸς μὲν οὖν ἐστι φράσις ἀδιάπτωτος ἐν τῇ τεχνικῇ καὶ μὴ εἰκαίᾳ συνηθείᾳ˙ σαφήνεια δέ ἐστι λέξις γνωρίμως παριστᾶσα τὸ νοούμενον˙ συντομία δέ ἐστι λέξις αὐτὰ τὰ ἀναγκαῖα περιέχουσα πρὸς δήλωσιν τοῦ πράγματος˙ πρέπον δέ ἐστι λέξις οἰκεία τῷ πράγματι˙ κατασκευὴ δὲ ἐστι λέξις ἐκπεφευγυῖα τὸν ἰδιωτισμόν. ὁ δὲ βαρβαρισμὸς ἐκ τῶν κακιῶν λέξις ἐστὶ παρὰ τὸ ἔθος τῶν εὐδοκιμούντων Ἑλλήνων, σολοικισμὸς δέ ἐστι λόγος ἀκαταλλήλως συντεταγμένος. [59] Ἀρεταὶ δὲ λόγου εἰσὶ πέντε˙ Ἑλληνισμός, σαφήνεια, συντομία, πρέπον, κατασκευή. Ἑλληνισμὸς μὲν οὖν ἐστι φράσις ἀδιάπτωτος ἐν τῇ τεχνικῇ καὶ μὴ εἰκαίᾳ συνηθείᾳ˙ σαφήνεια δέ ἐστι λέξις γνωρίμως παριστᾶσα τὸ [47920] νοούμενον˙ συντομία δέ ἐστι λέξις αὐτὰ τὰ ἀναγκαῖα περιέχουσα πρὸς δήλωσιν τοῦ πράγματος˙ πρέπον δέ ἐστι [4801] λέξις οἰκεία τῷ πράγματι˙ κατασκευὴ δὲ 〈ἔστι〉 λέξις ἐκπεφευγυῖα τὸν ἰδιωτισμόν. Ὁ δὲ βαρβαρισμὸς ἐκ τῶν κακιῶν λέξις ἐστὶ παρὰ τὸ ἔθος τῶν εὐδαιμονούντων Ἑλλήνων, σολοικισμὸς δέ ἐστι λόγος ἀκαταλλήλως συντεταγμένος.