1.

[1.14] ἀλλ' οὐδὲ ἐν τῷ προφέρεσθαι περὶ τῶν ἀδήλων τὰς σκεπτικὰς φωνάς, οἷον τὴν ῾οὐδὲν μᾶλλον᾽ ἢ τὴν ῾οὐδὲν ὁρίζω᾽ ἤ τινα τῶν ἄλλων περὶ ὧν ὕστερον λέξομεν (Cfr. § 187 sqq.) δογματίζει. ὁ μὲν γὰρ δογματίζων ὡς ὑπάρχον τίθεται τὸ πρᾶγμα ἐκεῖνο ὃ λέγεται δογματίζειν, ὁ δὲ σκεπτικὸς τὰς φωνὰς τίθησι ταύτας οὐχ ὡς πάντως ὑπαρχούσας˙ ὑπολαμβάνει γὰρ ὅτι, ὥσπερ ἡ ῾πάντα ἐστὶ ψευδῆ᾽ φωνὴ μετὰ τῶν ἄλλων καὶ ἑαυτὴν ψευδῆ εἶναι λέγει, καὶ ἡ ῾οὐδέν ἐστιν ἀληθές᾽ ὁμοίως, οὕτως καὶ ἡ ῾οὐδὲν μᾶλλον᾽ μετὰ τῶν ἄλλων καὶ ἑαυτήν φησι μὴ μᾶλλον εἶναι καὶ διὰ τοῦτο τοῖς ἄλλοις ἑαυτὴν συμπεριγράφει. τὸ δ' αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων σκεπτικῶν φωνῶν λέγομεν.