1.

[1.15] πλὴν ἀλλ' εἰ ὁ δογματίζων τίθησιν ὡς ὑπάρχον τοῦτο ὃ δογματίζει, ὁ δὲ σκεπτικὸς τὰς φωνὰς αὑτοῦ προφέρεται ὡς δυνάμει ὑφ' ἑαυτῶν περιγράφεσθαι, οὐκ ἂν ἐν τῇ προφορᾷ τούτων δογματίζειν λεχθείη. τὸ δὲ μέγιστον, ἐν τῇ προφορᾷ τῶν φωνῶν τούτων τὸ ἑαυτῷ φαινόμενον λέγει καὶ τὸ πάθος ἀπαγγέλλει τὸ ἑαυτοῦ ἀδοξάστως, μηδὲν περὶ τῶν ἔξωθεν (Cfr. 48, adv. dogm. II 37) ὑποκειμένων διαβεβαιούμενος.