HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/PH-1,16
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/PH-1,16.rdf
1.
[1.16]
η´ εἰ αἵρεσιν ἔχει ὁ σκεπτικός.(§§ 16-17 Cfr. DL I 20) Ὁμοίως δὲ φερόμεθα καὶ ἐν τῷ ἐρωτᾶσθαι εἰ αἵρεσιν ἔχει ὁ σκεπτικός. εἰ μὲν 〈γάρ〉
τις αἵρεσιν εἶναι λέγει
πρόσκλισιν δόγμασι πολλοῖς ἀκολουθίαν ἔχουσι πρὸς ἄλληλά τε καὶ 〈τὰ〉 φαινόμενα, καὶ λέγει δόγμα πράγματι ἀδήλῳ συγκατάθεσιν, φήσομεν μὴ ἔχειν αἵρεσιν.