1.

[1.21] (§§ 21-23 Cfr.adv. dogm.I 29-30)ια´ περὶ τοῦ κριτηρίου τῆς σκεπτικῆς.
Ὅτι δὲ τοῖς φαινομένοις προσέχομεν, δῆλον ἀπὸ τῶν λεγομένων ἡμῖν περὶ τοῦ κριτηρίου τῆς σκεπτικῆς ἀγωγῆς (Cfr. §§ 14-79) . κριτήριον δὲ λέγεται διχῶς, τό τε εἰς πίστιν ὑπάρξεως ἢ ἀνυπαρξίας λαμβανόμενον, περὶ οὗ ἐν τῷ ἀντιρρητικῷ λέξομεν λόγῳ (Cfr.II14 sqq.), τό τε τοῦ πράσσειν, ᾧ προσέχοντες κατὰ τὸν βίον τὰ μὲν πράσσομεν τὰ δ' οὔ, περὶ οὗ νῦν λέγομεν.