1.

[1.24] ὑφηγήσει μὲν φυσικῇ καθ' ἣν φυσικῶς αἰσθητικοὶ καὶ νοητικοί ἐσμεν, παθῶν δὲ ἀνάγκῃ καθ' ἣν λιμὸς μὲν ἐπὶ τροφὴν ἡμᾶς ὁδηγεῖ, δίψος δ' ἐπὶ πόμα, ἐθῶν δὲ καὶ νόμων παραδόσει καθ' ἣν τὸ μὲν εὐσεβεῖν παραλαμβάνομεν βιωτικῶς ὡς ἀγαθὸν τὸ δὲ ἀσεβεῖν ὡς φαῦλον, τεχνῶν δὲ διδασκαλίᾳ καθ' ἣν οὐκ ἀνενέργητοί ἐσμεν ἐν αἷς παραλαμβάνομεν τέχναις. ταῦτα δὲ πάντα φαμὲν ἀδοξάστως.