1.

[1.30] ἀλλὰ καὶ ἐν τούτοις οἱ μὲν ἰδιῶται δισσαῖς συνέχονται περιστάσεσιν, ὑπό τε τῶν παθῶν αὐτῶν καὶ οὐχ ἧττον ὑπὸ τοῦ τὰς περιστάσεις ταύτας κακὰς εἶναι φύσει δοκεῖν˙ ὁ δὲ σκεπτικὸς τὸ προσδοξάζειν ὅτι ἔστι κακὸν τούτων ἕκαστον ὡς πρὸς τὴν φύσιν περιαιρῶν μετριώτερον καὶ ἐν τούτοις ἀπαλλάσσει. διὰ τοῦτο οὖν ἐν μὲν τοῖς δοξαστοῖς ἀταραξίαν τέλος εἶναί φαμεν τοῦ σκεπτικοῦ, ἐν δὲ τοῖς κατηναγκασμένοις μετριοπάθειαν. τινὲς δὲ τῶν δοκίμων σκεπτικῶν (Cfr. DL IX 105-7) προσέθηκαν τούτοις καὶ τὴν ἐν ταῖς ζητήσεσιν ἐποχήν.