1.

[1.32] ἢ ἐναλλάξ, οἷον φαινόμενα μὲν φαινομένοις, ὅταν λέγωμεν ῾ὁ αὐτὸς πύργος πόρρωθεν μὲν φαίνεται στρογγύλος, ἐγγύθεν δὲ τετράγωνος᾽ (Cfr. § 118) , νοούμενα δὲ νοουμένοις, ὅταν πρὸς τὸν κατασκευάζοντα ὅτι ἔστι πρόνοια ἐκ τῆς τάξεως τῶν οὐρανίων, ἀντιτιθῶμεν τὸ τοὺς μὲν ἀγαθοὺς δυσπραγεῖν πολλάκις τοὺς δὲ κακοὺς εὐπραγεῖν, καὶ δια τούτου συνάγωμεν τὸ μὴ εἶναι πρόνοιαν˙