1.

[1.34] φαμὲν πρὸς αὐτὸν ὅτι, ὥσπερ πρὸ τοῦ γενέσθαι τὸν εἰσηγησάμενον τὴν αἵρεσιν ἣν μετέρχῃ, οὐδέπω ὁ κατ' αὐτὴν λόγος ὑγιὴς ὢν ἐφαίνετο, ὑπέκειτο μέντοι ὡς πρὸς τὴν φύσιν, οὕτως ἐνδέχεται καὶ τὸν ἀντικείμενον τῷ ὑπὸ σοῦ ἐρωτηθέντι νῦν λόγῳ ὑποκεῖσθαι μὲν ὡς πρὸς τὴν φύσιν, μηδέπω δ' ἡμῖν φαίνεσθαι, ὥστε οὐδέπω χρὴ συγκατατίθεσθαι ἡμᾶς τῷ δοκοῦντι νῦν ἰσχυρῷ εἶναι λόγῳ.