1.

[1.36] ιδ´ περὶ τῶν δέκα τρόπων.
(§§ 36-163 Cfr. DL IX 79-88)

Παραδίδονται τοίνυν συνήθως παρὰ τοῖς ἀρχαιοτέροις σκεπτικοῖς τρόποι, δι' ὧν ἡ ἐποχὴ συνάγεσθαι δοκεῖ, δέκα τὸν ἀριθμόν, οὓς καὶ λόγους καὶ τύπους συνωνύμως καλοῦσιν. εἰσὶ δὲ οὗτοι,

  • πρῶτος ὁ παρὰ τὴν τῶν ζῴων ἐξαλλαγήν,
  • δεύτερος ὁ παρὰ τὴν τῶν ἀνθρώπων διαφοράν,
  • τρίτος ὁ παρὰ τὰς διαφόρους τῶν αἰσθητηρίων κατασκευάς,
  • τέταρτος ὁ παρὰ τὰς περιστάσεις,
  • πέμπτος ὁ παρὰ τὰς θέσεις καὶ τὰ διαστήματα καὶ τοὺς τόπους,
  • ἕκτος ὁ παρὰ τὰς ἐπιμιξίας,