1.

[1.37] χρώμεθα δὲ τῇ τάξει ταύτῃ θετικῶς.

τούτων δὲ ἐπαναβεβηκότες εἰσὶ τρόποι τρεῖς,

  • ὁ ἀπὸ τοῦ κρίνοντος,
  • ὁ ἀπὸ τοῦ κρινομένου,
  • ὁ ἐξ ἀμφοῖν˙

τῷ μὲν γὰρ ἀπὸ τοῦ κρίνοντος ὑποτάσσονται οἱ πρῶτοι τέσσαρες (τὸ γὰρ κρῖνον ἢ ζῷόν ἐστιν ἢ ἄνθρωπος ἢ αἴσθησις καὶ ἐν τινι περιστάσει), εἰς δὲ τὸν ἀπὸ τοῦ κρινομένου 〈ἀνάγονται〉 ὁ ἕβδομος καὶ ὁ δέκατος, εἰς δὲ τὸν ἐξ ἀμφοῖν σύνθετον ὁ πέμπτος καὶ ὁ ἕκτος καὶ ὁ ὄγδοος καὶ ὁ ἔννατος.