1.

[1.40] (§§ 40-78 Cfr. DL IX 79-80)Πρῶτον ἐλέγομεν εἶναι λόγον καθ' ὃν 〈παρὰ〉 τὴν διαφορὰν τῶν ζῴων οὐχ αἱ αὐταὶ ἀπὸ τῶν αὐτῶν ὑποπίπτουσι φαντασίαι. τοῦτο δὲ ἐπιλογιζόμεθα ἔκ τε τῆς περὶ τὰς γενέσεις αὐτῶν διαφορᾶς καὶ ἐκ τῆς περὶ τὰς συστάσεις τῶν σωμάτων παραλλαγῆς.