1.

[1.46] καί γε οἱ γόητες χρίοντες τὰς θρυαλλίδας ἰῷ χαλκοῦ καὶ θολῷ σηπίας ποιοῦσιν ὁτὲ μὲν χαλκοῦς ὁτὲ δὲ μέλανας φαίνεσθαι τοὺς παρόντας διὰ τὴν βραχεῖαν τοῦ μιχθέντος παρασποράν. πολὺ δήπου εὐλογώτερόν ἐστι, χυμῶν διαφόρων ἀνακεκραμένων τῇ ὁράσει τῶν ζῴων, 〈καὶ〉 διαφόρους τῶν ὑποκειμένων φαντασίας αὐτοῖς γίνεσθαι.