1.

[1.50] ὁ δὲ αὐτὸς καὶ περὶ τῶν ἄλλων αἰσθήσεων λόγος˙ πῶς γὰρ ἂν λεχθείη ὁμοίως κινεῖσθαι κατὰ τὴν ἁφὴν τά τε ὀστρακόδερμα καὶ τὰ σαρκοφανῆ καὶ τὰ ἠκανθωμένα καὶ τὰ ἐπτερωμένα ἢ λελεπιδωμένα; πῶς δὲ ὁμοίως ἀντιλαμβάνεσθαι κατὰ τὴν ἀκοὴν τά τε στενώτατον ἔχοντα τὸν πόρον τὸν ἀκουστικὸν καὶ τὰ εὐρυτάτῳ τούτῳ κεχρημένα, ἢ τὰ τετριχωμένα τὰ ὦτα καὶ τὰ ψιλὰ ταῦτα ἔχοντα; ὅπου γε καὶ ἡμεῖς ἄλλως μὲν κινούμεθα κατὰ τὴν ἀκοὴν παραβύσαντες τὰ ὦτα, ἄλλως δὲ ἢν ἁπλῶς αὐτοῖς χρώμεθα.