1.

[1.51] καὶ ἡ ὄσφρησις δὲ διαφέροι ἂν παρὰ τὴν τῶν ζῴων ἐξαλλαγήν˙ εἰ γὰρ καὶ ἡμεῖς ἄλλως μὲν κινούμεθα ἐμψυγέντες καὶ τοῦ φλέγματος πλεονάσαντος ἐν ἡμῖν, ἄλλως δὲ ἢν τὰ περὶ τὴν κεφαλὴν ἡμῶν μέρη πλεονασμὸν αἵματος ὑποδέξηται, ἀποστρεφόμενοι τὰ εὐώδη τοῖς ἄλλοις δοκοῦντα εἶναι καὶ ὥσπερ πλήττεσθαι ὑπ' αὐτῶν νομίζοντες, ἐπεὶ καὶ τῶν ζῴων τὰ μὲν πλαδαρά τέ ἐστι φύσει καὶ φλεγματώδη, τὰ δὲ πολύαιμα σφόδρα, τὰ δ' ἐπικρατοῦσαν καὶ πλεονάζουσαν ἔχοντα τὴν ξανθὴν χολὴν ἢ τὴν μέλαιναν, εὔλογον καὶ διὰ τοῦτο διάφορα ἑκάστοις αὐτῶν φαίνεσθαι τὰ ὀσφρητά.