1.

[1.52] καὶ τὰ γευστὰ ὁμοίως τῶν μὲν τραχεῖαν καὶ ἄνικμον ἐχόντων τὴν γλῶσσαν τῶν δὲ ἔνυγρον σφόδρα, εἴγε καὶ ἡμεῖς ξηροτέραν ἐν πυρετοῖς τὴν γλῶτταν σχόντες γεώδη καὶ κακόχυμα ἢ πικρὰ τὰ προσφερόμενα εἶναι νομίζομεν, τοῦτο δὲ πάσχομεν καὶ παρὰ τὴν διάφορον ἐπικράτειαν τῶν ἐν ἡμῖν χυμῶν εἶναι λεγομένων˙ ἐπεὶ οὖν καὶ τὰ ζῷα διάφορον τὸ γευστικὸν αἰσθητήριον ἔχει καὶ διαφόροις χυμοῖς πλεονάζον, διαφόρους ἂν καὶ κατὰ τὴν γεῦσιν φαντασίας τῶν ὑποκειμένων λαμβάνοι.