1.

[1.57] τὸ γοῦν κώνειον πιαίνει τοὺς ὄρτυγας καὶ ὁ ὑοσκύαμος τὰς ὗς, αἳ δὴ χαίρουσι καὶ σαλαμάνδρας ἐσθίουσαι, ὡσπεροῦν ἔλαφοι τὰ ἰοβόλα ζῷα καὶ αἱ χελιδόνες κανθαρίδας. οἵ τε μύρμηκες καὶ οἱ σκνῖπες ἀνθρώποις μὲν ἀηδίας καὶ στρόφους ἐμποιοῦσι καταπινόμενοι˙ ἡ δὲ ἄρκτος ἢν ἀρρωστίᾳ τινὶ περιπέσῃ, τούτους καταλιχμωμένη ῥώννυται.