1.

[1.60] καὶ ἄλλως οὔτε ἀναποδείκτως δυνάμεθα προκρίνειν τὰς ἡμετέρας φαντασίας τῶν παρὰ τοῖς ἀλόγοις ζῴοις γινομένων οὔτε μετ' ἀποδείξεως. πρὸς γὰρ τῷ μὴ εἶναι ἀπόδειξιν ἴσως, ὡς ὑπομνήσομεν (Cfr. II 134 sqq.), αὐτὴ ἡ λεγομένη ἀπόδειξις ἤτοι φαινομένη ἡμῖν ἔσται ἢ οὐ φαινομένη. καὶ εἰ μὲν μὴ φαινομένη, οὐδὲ μετὰ πεποιθήσεως αὐτὴν προοισόμεθα˙ εἰ δὲ φαινομένη ἡμῖν, ἐπειδὴ περὶ τῶν φαινομένων τοῖς ζῴοις ζητεῖται καὶ ἡ ἀπόδειξις ἡμῖν φαίνεται ζῴοις οὖσι, καὶ αὐτὴ ζητηθήσεται εἰ ἔστιν ἀληθὴς καθό ἐστι φαινομένη.