1.

[1.64] ὅτι τοίνυν αἰσθήσει διαφέρει τοῦτο τὸ ζῷον ἡμῶν, οἱ δογματικοὶ συνομολογοῦσιν˙ καὶ γὰρ τῇ ὀσφρήσει μᾶλλον ἡμῶν ἀντιλαμβάνεται, τὰ μὴ ὁρώμενα αὐτῷ θηρία διὰ ταύτης ἀνιχνεύων καὶ τοῖς ὀφθαλμοῖς θᾶττον ἡμῶν ταῦτα ὁρῶν καὶ τῇ ἀκοῇ αἰσθανόμενος ὀξέως.