1.

[1.68] εἰ δὲ ταύτην ἔχει, τῶν ἀρετῶν ἀντακολουθουσῶν καὶ τὰς ἄλλας ἀρετὰς ἔχει, ἃς οὔ φασιν ἔχειν τοὺς πολλοὺς ἀνθρώπους οἱ σοφοί. καὶ ἄλκιμον δὲ αὐτὸν ὄντα ὁρῶμεν ἐν ταῖς ἀμύναις καὶ συνετόν, ὡς καὶ Ὅμηρος ἐμαρτύρησεν, ποιήσας τὸν Ὀδυσσέα πᾶσι μὲν τοῖς οἰκείοις ἀνθρώποις ἀγνῶτα ὄντα ὑπὸ μόνου δὲ τοῦ Ἄργου ἐπιγνωσθέντα, μήτε ὑπὸ τῆς ἀλλοιώσεως τῆς κατὰ τὸ σῶμα τἀνδρὸς ἀπατηθέντος τοῦ κυνός, μήτε ἐκστάντος τῆς καταληπτικῆς φαντασίας (Cfr. III 241,adv. dogm. I 369 sqq.), ἣν μᾶλλον τῶν ἀνθρώπων ἔχων ἐφάνη.