1.

[1.71] ἀλλὰ καὶ τὸ Ἱπποκράτειον φυλάσσει μάλα καλῶς˙ ἐπεὶ γὰρ ποδὸς ἄκος ἀκινησία, εἴ ποτε τραῦμα ἐν ποδὶ σχοίη, μετεωρίζει τοῦτον καὶ ὡς οἷόν τε ἄσκυλτον τηρεῖ. ὀχλούμενός τε ὑπὸ χυμῶν ἀνοικείων πόαν ἐσθίει, μεθ' ἧς ἀποβλύζων τὸ ἀνοίκειον ὑγιάζεται.