1.

[1.72] εἰ τοίνυν ἐφάνη τὸ ζῷον, ἐφ' οὗ τὸν λόγον ἐστήσαμεν παραδείγματος ἕνεκα, καὶ αἱρούμενον τὰ οἰκεῖα καὶ τὰ ὀχληρὰ φεῦγον, τέχνην τε ἔχον ποριστικὴν τῶν οἰκείων, καὶ τῶν ἑαυτοῦ παθῶν ἀντιληπτικὸν καὶ παραμυθητικόν, καὶ οὐκ ἔξω ἀρετῆς, ἐν οἷς κεῖται ἡ τελειότης τοῦ ἐνδιαθέτου λόγου, τέλειος ἂν εἴη κατὰ τοῦτο ὁ κύων˙ ὅθεν μοι δοκοῦσί τινες τῶν κατὰ φιλοσοφίαν (Cfr. DL VI 13) ἑαυτοὺς σεμνῦναι τῇ τοῦ ζῴου τούτου προσηγορίᾳ.