1.

[1.75] καὶ ἀκούομεν δὲ τῶν κυνῶν ἄλλην μὲν φωνὴν προϊεμένων ὅταν ἀμύνωνταί τινας, ἄλλην δὲ ὅταν ὠρύωνται, καὶ ἄλλην ὅταν τύπτωνται, καὶ διάφορον ἐπὰν σαίνωσιν. καὶ ὅλως εἴ τις εἰς τοῦτο ἀτενίσειεν, εὕροι ἂν πολλὴν παραλλαγὴν τῆς φωνῆς παρὰ τούτῳ τε καὶ τοῖς ἄλλοις ζῴοις ἐν ταῖς διαφόροις περιστάσεσιν, ὥστε διὰ ταῦτα εἰκότως λέγοιτ' ἂν καὶ τοῦ προφορικοῦ μετέχειν λόγου τὰ καλούμενα ἄλογα ζῷα.