1.

[1.77] καὶ ἐφ' ἑκάστου δὲ τῶν ἀλόγων ζῴων ἴσως ἱστάντας τὸν λόγον ταῦτα ὑποδεικνύειν δυνατόν ἐστιν. οἷον γοῦν τίς οὐκ ἂν εἴποι τοὺς ὄρνιθας ἀγχινοίᾳ τε διαφέρειν καὶ τῷ προφορικῷ κεχρῆσθαι λόγῳ; οἵ γε οὐ μόνον τὰ παρόντα ἀλλὰ καὶ τὰ ἐσόμενα ἐπίστανται καὶ ταῦτα τοῖς συνιέναι δυναμένοις προδηλοῦσιν, ἄλλως τε σημαίνοντες καὶ τῇ φωνῇ προαγορεύοντες.