1.

[1.83] οἱ δὲ Τεντυρῖται τῶν Αἰγυπτίων οὐ βλάπτονται πρὸς [ἄνω κάτω] τῶν κροκοδείλων. ἀλλὰ καὶ Αἰθιόπων οἱ ἀντιπέραν τῆς Μερόης παρὰ τὸν Ἀστάπουν ποταμὸν οἰκοῦντες σκορπίους καὶ ὄφεις καὶ τὰ παραπλήσια ἀκινδύνως ἐσθίουσιν. καὶ Ῥουφῖνος δὲ ὁ ἐν αλκίδι πίνων ἑλλέβορον οὔτε ἤμει οὔτε ὅλως ἐκαθαίρετο, ἀλλ' ὥς τι τῶν συνήθων προσεφέρετο καὶ ἔπεσσεν.