1.

[1.86] δεόντως οὖν καὶ οἱ ποιηταὶ περὶ τούτων ἀπεφήναντο˙ ὁ μὲν γὰρ Πίνδαρός φησιν (fr. 242 Boeckh, 221 Schroed.)
‘ἀελλοπόδων μέν τιν' εὐφραίνουσιν ἵππων
τιμαί 〈τε〉 καὶ στέφανοι,
τοὺς δ' ἐν πολυχρύσοις θαλάμοις βιοτά˙
τέρπεται δὲ καί τις ἐπ' οἶδμ' ἅλιον
ναῒ θοᾷ διαμείβων.’
ὁ δὲ ποιητὴς λέγει (ξ 228)
‘ἄλλος γάρ τ' ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.’
ἀλλὰ καὶ ἡ τραγῳδία μεστὴ τῶν τοιούτων ἐστί˙ λέγει γοῦν
(Eurip. Phoen. 499)
‘εἰ πᾶσι ταὐτὸν καλὸν ἔφυ σοφόν θ' ἅμα,
οὐκ ἦν ἂν ἀμφίλεκτος ἀνθρώποις ἔρις,’
καὶ πάλιν (Fragm. Trag. adesp. 462 Nauck)
‘δεινόν γε ταὐτὸν τοῖς μὲν ἁνδάνειν βροτῶν
τοῖς δ' ἔχθος εἶναι.’