1.

[1.87] ἐπεὶ οὖν ἡ αἵρεσις καὶ ἡ φυγὴ ἐν ἡδονῇ καὶ ἀηδισμῷ ἐστιν, ἡ δὲ ἡδονὴ καὶ ὁ ἀηδισμὸς ἐν αἰσθήσει κεῖται καὶ φαντασίᾳ, ὅταν τὰ αὐτὰ οἱ μὲν αἱρῶνται οἱ δὲ φεύγωσιν, ἀκόλουθον ἡμᾶς ἐπιλογίζεσθαι ὅτι οὐδὲ ὁμοίως ὑπὸ τῶν αὐτῶν κινοῦνται, ἐπεὶ ὁμοίως ἂν τὰ αὐτὰ ῃ(ροῦντο ἢ ἐξέκλινον. εἰ δὲ τὰ 〈αὐτὰ〉 διαφόρως κινεῖ παρὰ τὴν διαφορὰν τῶν ἀνθρώπων, εἰσάγοιτ' ἂν εἰκότως καὶ κατὰ τοῦτο ἡ ἐποχή, ὅ τι μὲν ἕκαστον φαίνεται τῶν ὑποκειμένων ὡς πρὸς ἑκάστην διαφορὰν ἴσως λέγειν ἡμῶν δυναμένων, τί δὲ ἔστι [κατὰ δύναμιν] ὡς πρὸς τὴν φύσιν οὐχ οἵων τε ὄντων ἀποφήνασθαι.