1.

[1.88] ἤτοι γὰρ πᾶσι τοῖς ἀνθρώποις πιστεύσομεν ἢ τισίν. ἀλλ' εἰ μὲν πᾶσιν, καὶ ἀδυνάτοις ἐπιχειρήσομεν καὶ τὰ ἀντικείμενα παραδεξόμεθα˙ εἰ δὲ τισίν, εἰπάτωσαν ἡμῖν τίσι χρὴ συγκατατίθεσθαι˙ ὁ μὲν γὰρ Πλατωνικὸς λέξει ὅτι Πλάτωνι, ὁ Ἐπικούρειος δὲ Ἐπικούρῳ, καὶ οἱ ἄλλοι ἀναλόγως, καὶ οὕτως ἀνεπικρίτως στασιάζοντες αὖθις ἡμᾶς εἰς τὴν ἐποχὴν περιστήσουσιν.