1.

[1.89] ὁ δὲ λέγων ὅτι τοῖς πλείστοις δεῖ συγκατατίθεσθαι παιδαριῶδές τι προοίσεται, οὐδενὸς δυναμένου πάντας τοὺς ἀνθρώπους ἐπελθεῖν καὶ διαλογίσασθαι τί τοῖς πλείστοις ἀρέσκει, ἐνδεχομένου τοῦ ἔν τισιν ἔθνεσιν, ἃ ἡμεῖς οὐκ ἴσμεν, τὰ μὲν παρ' ἡμῖν σπάνια τοῖς πλείοσι προσεῖναι τὰ δὲ ἡμῶν τοῖς πολλοῖς συμβαίνοντα σπάνια ὑπάρχειν, ὡς τοὺς πολλοὺς μὲν ὑπὸ φαλαγγίων δακνομένους μὴ ἀλγεῖν, τινὰς δὲ σπανίως ἀλγεῖν, καὶ ἐπὶ τῶν ἄλλων τῶν ἔμπροσθεν (Cfr. § 81 sqq.) εἰρημένων ἰδιοσυγκρισιῶν τὸ ἀνάλογον. ἀναγκαῖον οὖν καὶ διὰ τὴν τῶν ἀνθρώπων διαφορὰν εἰσάγεσθαι τὴν ἐποχήν.