1.

[1.91] ὅμως δ' οὖν ἵνα καὶ ἐπὶ ἑνὸς ἀνθρώπου τὸν λόγον ἱστάντες, οἷον τοῦ παρ' αὐτοῖς ὀνειροπολουμένου σοφοῦ, ἐπὶ τὴν ἐποχὴν καταντῶμεν, τὸν τρίτον τῇ τάξει τρόπον προχειριζόμεθα. τοῦτον δ' ἐλέγομεν τὸν ἀπὸ τῆς διαφορᾶς τῶν αἰσθήσεων. ὅτι δὲ διαφέρονται αἱ αἰσθήσεις πρὸς ἀλλήλας, πρόδηλον.