1.

[1.93] τό τε εὐφόρβιον ἐπεὶ τοῖς μὲν ὀφθαλμοῖς λυπηρόν ἐστι τῷ δὲ ἄλλῳ σώματι παντὶ ἄλυπον, οὐχ ἕξομεν εἰπεῖν, πότερον ἄλυπόν ἐστιν εἰλικρινῶς τοῖς σώμασιν ὅσον ἐπὶ τῇ ἑαυτοῦ φύσει ἢ λυπηρόν. τό τε ὄμβριον ὕδωρ ὀφθαλμοῖς μέν ἐστιν ὠφέλιμον, ἀρτηρίαν δὲ καὶ πνεύμονα τραχύνει, καθάπερ καὶ τὸ ἔλαιον, καίτοι τὴν ἐπιφάνειαν παρηγοροῦν. καὶ ἡ θαλαττία νάρκη τοῖς μὲν ἄκροις προστεθεῖσα ναρκᾶν ποιεῖ, τῷ δ' ἄλλῳ σώματι ἀλύπως παρατίθεται. διόπερ ὁποῖον μὲν ἔστι πρὸς τὴν φύσιν ἕκαστον τούτων οὐχ ἕξομεν λέγειν, ὁποῖον δὲ φαίνεται ἑκάστοτε δυνατὸν εἰπεῖν.