1.

[1.94] καὶ ἄλλα δὲ πλείω τούτων ἔνεστι λέγειν˙ ἀλλ' ἵνα μὴ διατρίβωμεν, διὰ τὴν πρόθεσιν τοῦ τρόπου τῆς συγγραφῆς ἐκεῖνο λεκτέον. ἕκαστον τῶν φαινομένων ἡμῖν αἰσθητῶν ποικίλον ὑποπίπτειν δοκεῖ, οἷον τὸ μῆλον λεῖον εὐῶδες γλυκὺ ξανθόν. ἄδηλον οὖν πότερόν ποτε ταύτας μόνας ὄντως ἔχει τὰς ποιότητας, ἢ μονόποιον μέν ἐστιν, παρὰ δὲ τὴν διάφορον κατασκευὴν τῶν αἰσθητηρίων διάφορον φαίνεται, ἢ καὶ πλείονας μὲν τῶν φαινομένων ἔχει ποιότητας, ἡμῖν δ' οὐχ ὑποπίπτουσί τινες αὐτῶν.