HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/PH-1,95
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/PH-1,95.rdf
1.
[1.95] μονόποιον μὲν γὰρ εἶναι τοῦτο ἐνδέχεται λογίζεσθαι
ἐκ τῶν ἔμπροσθεν ἡμῖν εἰρημένων (Cfr. § 53) περὶ τῆς εἰς τὰ σώματα ἀναδιδομένης τροφῆς καὶ τοῦ ὕδατος τοῦ εἰς τὰ δένδρα ἀναδιδομένου καὶ τοῦ πνεύματος τοῦ ἐν αὐλοῖς καὶ σύριγξι καὶ τοῖς παραπλησίοις ὀργάνοις 〈ἐμπνεομένου〉˙ δύναται γὰρ καὶ τὸ μῆλον μονοειδὲς μὲν εἶναι, διάφορον δὲ θεωρεῖσθαι παρὰ τὴν διαφορὰν τῶν αἰσθητηρίων περὶ ἃ γίνεται αὐτοῦ ἡ ἀντίληψις.