1.

[1.97] καὶ ἡμᾶς οὖν ἐνδέχεται τὰς πέντε μόνας αἰσθήσεις ἔχοντας μόνον ἀντιλαμβάνεσθαι, [Note: ], ὧν ἐσμεν ἀντιληπτικοί˙ ὑποκεῖσθαι δὲ ἄλλας οἷόν τέ ἐστι ποιότητας, ὑποπιπτούσας ἑτέροις αἰσθητηρίοις, ὧν ἡμεῖς οὐ μετεσχήκαμεν, διὸ οὐδὲ ἀντιλαμβανόμεθα τῶν κατ' αὐτὰς αἰσθητῶν.