1.

[1.99] πλὴν ἀλλ' 〈εἰ〉 ἐνεχώρει καὶ ταύτας μόνας ὑποκεῖσθαι παρὰ τῷ μήλῳ τὰς ποιότητας ὧν ἀντιλαμβάνεσθαι δοκοῦμεν, καὶ πλείους τούτων, ἢ πάλιν μηδὲ τὰς ἡμῖν ὑποπιπτούσας, ἄδηλον ἡμῖν ἔσται ὁποῖόν ἐστι τὸ μῆλον. ὁ δὲ αὐτὸς καὶ ἐπὶ τῶν ἄλλων αἰσθητῶν λόγος. τῶν αἰσθήσεων μέντοι μὴ καταλαμβανουσῶν τὰ ἐκτός, οὐδὲ ἡ διάνοια ταῦτα δύναται καταλαμβάνειν, 〈σφαλλουσῶν αὐτὴν τῶν ὁδηγῶν〉 ὥστε καὶ διὰ τοῦτον τὸν λόγον ἡ περὶ τῶν ἐκτὸς ὑποκειμένων ἐποχὴ συνάγεσθαι δόξει.