1.

[1.101] οἷον παρὰ μὲν τὸ κατὰ φύσιν ἢ παρὰ φύσιν ἔχειν ἀνόμοια ὑποπίπτει τὰ πράγματα, ἐπεὶ οἱ μὲν φρενιτίζοντες καὶ οἱ θεοφορούμενοι δαιμόνων ἀκούειν δοκοῦσιν, ἡμεῖς δὲ οὔ. ὁμοίως δὲ ἀποφορᾶς στύρακος ἢ λιβανωτοῦ ἤ τινος τοιούτου καὶ ἄλλων πλειόνων ἀντιλαμβάνεσθαι πολλάκις λέγουσιν, ἡμῶν μὴ αἰσθανομένων. καὶ τὸ αὐτὸ ὕδωρ φλεγμαίνουσι μὲν τόποις ἐπιχυθὲν ζεστὸν εἶναι δοκεῖ, ἡμῖν δὲ χλιαρόν. καὶ τὸ αὐτὸ ἱμάτιον τοῖς μὲν ὑπόσφαγμα ἔχουσι φαίνεται κιρρόν, ἐμοὶ δὲ οὔ. καὶ τὸ αὐτὸ μέλι ἐμοὶ μὲν φαίνεται γλυκύ, τοῖς δὲ ἰκτερικοῖς πικρόν.