1.

[1.104] παρὰ δὲ τὸ ὑπνοῦν ἢ ἐγρηγορέναι διάφοροι γίνονται φαντασίαι, ἐπεὶ ὡς καθ' ὕπνους φανταζόμεθα, οὐ φανταζόμεθα ἐγρηγορότες, οὐδὲ ὡς φανταζόμεθα ἐγρηγορότες, καὶ κατὰ τοὺς ὕπνους φανταζόμεθα, ὥστε εἶναι αὐτοῖς ἢ μὴ εἶναι γίνεται οὐχ ἁπλῶς ἀλλὰ πρός τι˙ πρὸς γὰρ τὸ καθ' ὕπνους ἢ πρὸς ἐγρήγορσιν. εἰκότως οὖν καθ' ὕπνους ὁρῶμεν ταῦτα ἅ ἐστιν ἀνύπαρκτα ἐν τῷ ἐγρηγορέναι, οὐ[κ ἐν τῷ] καθάπαξ ἀνύπαρκτα ὄντα˙ ἔστι γὰρ καθ' ὕπνους, ὥσπερ τὰ ὕπαρ ἔστιν κἂν μὴ ᾖ καθ' ὕπνους.