1.

[1.105] παρὰ δὲ τὰς ἡλικίας, ὅτι ὁ αὐτὸς ἀὴρ τοῖς μὲν γέρουσι ψυχρὸς εἶναι δοκεῖ τοῖς δὲ ἀκμάζουσιν εὔκρατος, καὶ τὸ αὐτὸ χρῶμα τοῖς μὲν πρεσβυτέροις ἀμαυρὸν φαίνεται τοῖς δὲ ἀκμάζουσι κατακορές, καὶ φωνὴ ὁμοίως ἡ αὐτὴ τοῖς μὲν ἀμαυρὰ δοκεῖ τυγχάνειν τοῖς δ' ἐξάκουστος.