1.

[1.108] παρὰ δὲ τὸ φιλεῖν ἢ μισεῖν, ὅτι κρέα ὕεια τινὲς μὲν ἀποστρέφονται καθ' ὑπερβολήν, τινὲς δὲ ἥδιστα προσφέρονται. ὅθεν καὶ ὁ Μένανδρος (
fr. 518 Kock = 790 Koerte
) ἔφη
‘οἷος δὲ καὶ τὴν ὄψιν εἶναι φαίνεται;
ἀφ' οὗ τοιοῦτος γέγονεν; οἷον θηρίον.
τὸ μηδὲν ἀδικεῖν καὶ καλοὺς ἡμᾶς ποιεῖ.’
πολλοὶ 〈δὲ〉 καὶ ἐρωμένας αἰσχρὰς ἔχοντες ὡραιοτάτας αὐτὰς εἶναι δοκοῦσιν.