1.

[1.110] παρὰ δὲ τὰς προδιαθέσεις, ὅτι ὁ αὐτὸς οἶνος τοῖς μὲν φοίνικας ἢ ἰσχάδας προφαγοῦσιν ὀξώδης φαίνεται, τοῖς δὲ κάρυα ἢ ἐρεβίνθους προσενεγκαμένοις ἡδὺς εἶναι δοκεῖ, καὶ ἡ τοῦ βαλανείου παραστὰς τοὺς μὲν ἔξωθεν εἰσιόντας θερμαίνει, ψύχει δὲ τοὺς ἐξιόντας, εἰ ἐν αὐτῇ διατρίβοιεν.